Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 62-2
Not analysed yet
Τίς οὐκ ἂν ζητήσαι τῶν ἀκουόντων Ἰησοῦ λέγοντος περὶ Ἰωάννου· »Εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«, πῶς πρὸς τοὺς ἐρωτῶντας τὸ Σὺ Ἠλίας εἶ; «λέγει Ἰωάννης· »Οὐκ εἰμμί«· πῶς δὲ καὶ νοῆσαι δεῖ τὸν Ἰωάννην αὐτὸν εἶναι Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Μαλαχίου οὕτως ἔχον· Καὶ ἰδού, ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὁς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, »μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην»;