Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 63-3
Not analysed yet
πλὴν ἐι καὶ νοσοῦντες ἐκεῖ θεραπεύονται καὶ ἄλλαι δυνάμεις ἐκεῖ γίνονται, τό τε κηρύσσειν »Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν‘ ἐκεῖθεν ἄρχεται, ἔοικεν εἶναι σύμβολον, ὡς κατὰ τὰς ἀρχὰς ὑπεδειξάμεθα, ὑποδεεστέρου τινὸς χωρίου ,τάχα διὰ τὸν Ἰησοῦν γινομένου παρακαλέσαντα ἐφ’ οἷς ἐδίδαξεν καὶ πεποίηκεν ἐκεῖ τοῦ τόπου χωρίου · ἴσμεν γὰρ καὶ τόπων ὀνόματα ἐπώνυμα, τυγχάνοντα τ οῖς κατὰ τὸν Ἰησοῦν πράγμασιν· ὥσπερ τὰ Γέργεσα ἔνθα παρεκάλεσαν ἀυτὸν μεταβῆναι ἐκ τῶν ὁρίων ἀυτῶν οἱ τῶν χοίρων πολῖται, ἑρμηνεύεται παροικία .