Ancient Greek
64 to 65
Origen, Commentarii in Evangelium Joannis 64-3-65
Not analysed yet
ἔτι δὲ καὶ τοῦτο περὶ τῆς Καφαρναοὺμ τετηρήκαμεν, ὅτι οὐ μόνον ἐν αὐτῇ κηρύσσειν τὸ »Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν« ἤρξατο, ἀλλὰ καὶ κατὰ τρεῖς εὐαγγελιστὰς τὰς πρώτας δυνάμεις ἐκεῖ πεποίηκεν. οὐδεὶς δὲ τῶν τριῶν ἐφ’ οἷς πρῶτον ἀνέγραψεν παραδόξοις ἐν τῇ Καφαρναοὺμ γεγενημένοις τὴν τοῦ μαθητοῦ Ἰωάννου ἐπὶ τῷ πρώτῳ ἔργῳ σημείωσιν πεποίηται λέγοντος· »Ταύτην ἀρχὴν τῶν σημείων ἐποίησεν ὁ Ἰη- σοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας«.