Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 66
Not analysed yet
οὐ ταὐτὸν δὲ τὸ »Ὁ λόγος ἦν »πρὸς τὸν θεόν«· καὶ τὸ »Οὗτος ἦν« οὐχὶ ἁπλῶς πρὸς τὸν θεόν, ἀλλὰ πότε ἤ ἐν τίνι πρὸς τὸν θεόν· »Οὗτος, γάρ φησιν, ἦν ἐν ἀρχῇ »πρὸς τὸν θεόν. «ἀλλὰ καὶ τὸ »Οὗτος« κατὰ δεῖδιν ἐκφερόμενον νομισθήσεται ἀπι τοῦ λόγου τετάχθαι ἤ ἐπὶ τοῦ θεοῦ ὑπὸ τοῦ μὴ ἰσχνότερον ἐρευνῶντος, ἵνα καὶ ευρῃ σήλληψιν τῶν προτέρων γινο- μένην ἐν τῇ »οὗτος« προσηγορίᾳ τῆς τε »λόγος« ἐπινοίας καὶ τῆς »θεός«, ἵνα ἡ δεῖξις συναγάγῃ εἰς ἕν τὰ τῇ ἐπινοίᾳ διάφορα· οὐ γὰρ ἐν τῇ ἐπινοίᾳ τῇ »λόγος« ἐστὶν ἡ »θεός«, οὐδὲ ἐν τῇ »θεὸς« ἡ »λόγος«.