Ancient Greek
64 to 65
Origen, Commentarii in Evangelium Joannis 64-65
Not analysed yet
ΙΧ. Τοῖς μὴ ἀδριβοῦσιν τὰς διαφόρους ἐν τοῖς ἀπαγγελλοφί- νοις προτάσεις δόξει ταὐτολογεῖν ὁ εὐαγγελιστής, οὐδὲν πλέον λέγων ἐν τῷ »Οἷτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν« παρὰ τὸ »Καὶ ὁ λόγος »ἦν πρὸς τὸν θεόν«. τηρητέον δὲ ὅτι ἐν μὲν τῷ »Ὁ λόγος ἦν πρὸς »τὸν θεὸν« οὐ μανθάνομεν τὸ πότε ἤ ἐν τίνι »ἦν πρὸς τὸν θεόν«, κατὰ τὸ τέταρτον ἀξίωμα προσκείμενον· τέσσαρα γὰρ ἀξιώματα, ἅπερ παρά τισι προτάσεις καλοῦνται, ἔσταιν ἐνθάδε, ὧν τὸ τέταρτον »Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«.