Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 68-2
Not analysed yet
εἰς παραμυθίαν δὲ τούτων καὶ τούτῳ χρήσεται τῷ λόγῳ· εἰ ὁ τῶν ὅλων θεὸς οἰκειωθεὶς τοῖς ἁγίοις θεὸς αὐτῶν γίνεται, οὕτως ὀνομαζόμενος θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, πόσῳ πλέον τὸ ἅγιον πνεῦμα οἰκεινθὲν τοῖς προφήταις πνεῦμα αὐτῶν χρηματίζειν οἷόν τε ἔσται, ἕν’ ᾖ οὕτως πνεῦμα Ἠλίου καὶ πνεῦμα Ἡσαΐου λεγόμενον τὸ πνεῦμα;