Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 67-2
Not analysed yet
ἀρκεσθήσεται δὲ ἐπὶ τοῦ παρόντος πρὸς μὲν τὸ διαφέρειν δύναμιν Πνεύματος τὸ »Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ »σὲ καὶ δύναμις ὐψίστου ἐπισκιάσει σοι«· πρὸς δὲ τὸ τὰ ἐν τοῖς προφήταις πνεύματα, ἅτε δεδωρημένα αὐτοῖς ὑπὸ θεοῦ οἱονεὶ ἐκείνων ὀνομάζεσθαι κτήματα τὸ »Πνεύματα προφητῶν προφήταις ὑποτάσσε- »ται«· καὶ τὸ »Ἀναπέπαυται τὸ πνεῦμα Ἡλίου ἐπὶ Ἐλισσαιέ«. οὕτω γὰρ οὐδὲν ἄτπον, φησίν, ἔσται τὸν Ἰωάννην ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ἐπιστρέφοντα καρδίας πατέρων ἐπὶ τέκνα, διὰ τοῦτο τὸ πνεῦμα Ἠλίαν λέγεσθαι τὸν μέλλοντα ἔρχεσθαι.