Ancient Greek · ~5 min
68 to 73
Origen, Commentarii in Evangelium Joannis 68-3-73
Not analysed yet
προδήλως δὲ ἐνταῦθα βιάζεται, λέγων αὐτῇ τὸν σωτῆρα εἰρηκέναι· Φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐν- »θάδε«· δηλοῦντα τὸν ἀπὸ τοῦ πληρώματος σύζυγον εἴπερ γὰρ τοῦθ’ οὕτως εἶχεν, ἐχρῆν τὸν ἄνδρα καὶ τίνα τρόπον φωνητέον ἔσται αὐτόν ***,ἵνα σὺν αὐτῷ γένηται πρὸς τὸν σωτῆρα. ἀλλ’ ἐπεί, ὡς Ἡρακλέων φησί, κατὰ τὸ νοούμενον ἠγνόει τὸν ἴδιον ἄνδρα, κατὰ δὲ τὸ ἁπλοῦν ᾐσχύνετο εἰπεῖν ὅτι μοιχόν, οὐχὶ δὲ ἄνδρα εἶχεν, πῶς οὐχὶ μάτην ἔσται προστάσσων ὁ λέγων· »Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, »καὶ ἐλθὲ ἐνθάδε; «εἶτα πρὸς τὸ »Ἀληθὲς εἴρηκας ὅτι ἄνδρα οὐκ »ἔχεις« φησίν· ἐπεὶ ἐν τῷ κόσμῳ οὐκ εἶχεν ἄνδρα ἡ Σαμαρεῖτις· ἠν γὰρ αὐτῆς ὁ ἀνὴρ ἐν τῷ αἰῶνι. ἡμεῖς μὲν οὗν ἀνέγνωμεν· »Πέντε ἄνδρας ἔσχες«· παρὰ δὲ τῷ Ἡρακλέωνι εὕρομεν· »Ἕξ ἄνδρας ἔσχες«. καὶ ἑρμηνεύει γε τὴν ὑλικὴν πᾶσαν κακίαν δηλοῦσθαι διὰ τῶν ἓξ ἀνδρῶν, ᾗ συνεπέπλεκτο καὶ ἐπλησίαζεν παρὰ λόγον πορνεύουσα καὶ ἐνυβριζομένη καὶ ἀθετουμένη καὶ ἐγκαταλειπομένη ὑπ’ αὐτῶν. λεκτέον δὲ πρὸς αὐτὸν ὅτι εἴπερ ἐπόρνευεν ἡ πνευματική, ἡμάρτανεν ἡ πνευματική· εἰ δὲ ἡμάρτανεν ἡ πνευματική, δένδρον ἀγαθὸν οὐκ ην ἡ πνευματική· κατὰ γὰρ τὸ εὐαγγέλιον· »Οὐ δύναται »δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ἐνεγκεῖν«·