Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 74-4
Not analysed yet
καὶ δῆλον ὅτι οἴχεται αὐτοῖς τὰ τῆς μυθοποιΐας. εἰ δὲ ἀδύνατόν ἐστι τὸ ἀγαθὸν δένδρον φέρειν πονηροὺς καρπούς, καὶ ἀγαθὸν δένδρον ἡ Σαμαρεῖτις ἅτε πνευματικὴ τυγχάνουσα, ἀκόλουθον αὐτῷ αὐτῷ ἐστίν, ὅτι ἤτοι οὐκ ἠν ἁμαρτία ἡ πορνεία αὐτῆς, ἢ οὐκ αὐτὴ ἐπόρνευσεν. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι Προφήτης εἶ σύ. οἱ Πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε· Ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος όπου προσκυνεῖν δεῖ.