Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 69
Not analysed yet
ὅρα δὲ εἰ κατὰ τὸ δισσὸν ὀνομάζεσθαι τὸ »Ἐν ἀρχῇ« δυνατὸν ἡμᾶς μανθάνειν πράγματα δύο· ἓν μὲν ὅτι »ἐν ἀρχῇ ἦν ὁ λόγος«, ὡς εἰ καὶ] καθ’ αὑτὸν ἦν καὶ μὴ πάντως πρός τινα· ἕτερον δὲ ὅτι »ἐν ἀρχῆ» »πρὸς τὸν θεὸν ἠν«. καὶ οἶμαι, ὅτι οὐ ψεῦδος εἰπεῖν περὶ αὐτοῦ, ὅτι »ἐν ἀρχῇ ην« καὶ »ἐν ἀρχῇ« »πρὸς τὸν θεόν«, οὔτε »πρὸς »τὸν θεὸν« μόνον τυγχάνων, ἐπεὶ καὶ »ἐν ἀρχῇ ἦν((, οὔτε »ἐν ἀρχῇ« μόνον ὢν καὶ οὐχὶ »πρὸς τὸν θεὸν« ὤν, ἐπεὶ »Οὑτος ἠν ἐν ἀρχῇ πρὸς τὸν θεόν«. 1, 3. Πάντα δέ αὐτοῦ ἐγένετο.