Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 70
Not analysed yet
Χ. οὐδέποτε τὴν πρώτην χώραν ἔχει τὸ »δι᾿ οὑ«, δευτέραν δὲ ἀεί· οἷον ἐν τῇ πρὸς Ῥωμαίους· Παῦλος δοῦλος, φησί, Χριστοῦ Ἰησοῦ, »κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὅ προεπηγγεί- »λατο διὰ τῶν προφητῶν αὐτοῦ έν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ »αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέν- »τος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως »νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι᾿ οὗ ἐλάβομεν χάριν καὶ »ἀποστολὴν εἰς ὑπακοὴν πίστεως έν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ »ὀνόματος αὐτοῦ. «