Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 70-2
Not analysed yet
καὶ πρὸς τὸ ἐν τῇ Γενέσει δὲ περὶ τῆς ἐξαναστάσεως ἀπαντήσεται ὁ ἐκκλησιαστικὸς χρώμενος τῷ »ἐξανέστησε γὰρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ἃν ἀπέ- »κτεινε Κάϊν« τῆς »ἐξαναστάσεως« καὶ ἐπὶ »γενέσεως« κειμένης. οὑτος δὴ πρὸς τὸ πρῶτον ἀπορηθὲν ἑτέρως παρὰ τὸν ὑπολαμβάνοντα μετενσωμάτωσιν ἀπολογούμενος ἐρεῖ διὰ μὲν τὰ ἀρτίως κατασκευασθέντα λόγῳ τινὶ εἶναι τὸν Ἰωάννην Ἠλίαν τὸν μέλλοντα ερχεσθαι, ἀποκεκρίσθαι δὲ πρὸς τοὺς ἱερεῖς. καὶ Λευίτας τὸ »Οὐκ εἰμὶ« στοχασάμενον τοῦ βουλήματος τῆς ἐρωτήσεως αὐτῶν.