Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 71-2
Not analysed yet
οὐ γὰρ τοῦτο ἤθελεν ἡ προγενομένη ἐξέτασις τῷ Ἰωάννῆ ἀπὸ τῶν ἱερέων καὶ Λευϊτῶν, τὸ μαθεῖν δἰ τὸ αὐτὸ πνεῦμα ἐν ἀμφοτέροις ἐτύγχανεν, ἀλλ᾿ δἰ ὁ Ἰωάν- νης αὐτὸς Ἠλίας ὁ ἀναληφθεὶς νῦν ἐπιφαινόμενος κατὰ τὸ Ἰουδαίοις προσδοκώμενον χωρὶς γενέσεως, ἣν τάχα καὶ ἠγνόουν οἱ ἀπὸ Ἱεροσολύμων ἀποσταλέντες· πρὸς ἣν πεῦσιν εἰκότως ἀποκρίνεται τὸ »Οὐκ εἰμί«· οὐ γὰρ Ἠλίας ὁ ἀναληφθεὶς ἀμείψας σῶμα ἐληλύθει Ἰωάννης ὀνομάζόμενος.