Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 72
Not analysed yet
καὶ ἐν τῇ πρὸς Ἑβραίους ὁ αὐτὸς Παῦλός φησιν· »Ὲπ᾿ ἐσχάτου τῶν »ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι »οὗ καὶ ἐποίησε τοὺς αἰῶνας«, διδάσκων ἡμᾶς, ὅτι ὁ θεὸς τοὺς αἰῶνας πεποίηκε διὰ τοῦ υἱοῦ, ἐν τῷ τοὺς αἰῶνας γίνεσθαι τοῦ μονογενοῦς ἔχοντος τὸ »δι᾿ οὕτω τοίνυν τοίνυν καὶ ἐνθάδε εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, οὐχ ὑπὸ τοῦ λόγου ἐγένετο, ἀλλ᾿ ὑπὸ κρείττονος καὶ μείζονος παρὰ τὸν λόγον. τίς δ’ ἂν ἄλλος οὗτος τυγχάνῃ ἢ ὁ πατήρ;