Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 73
Not analysed yet
Ἐξεταστέον δέ, ἀληθοῦς ὄντος τοῦ »Πάντα δἰ αὐτοῦ ἐγένετο«, εἰ καὶ τὸ πνεῦμα τὸ ἅγιον δι᾿ αὐτοῦ ἐγένετο. οἶμαι γὰρ ὅτι τῷ μὲν φάσκοντι γενητὸν αὐτὸ εἶναι καὶ προιεμένῳ τὸ »Πάντα δι᾿ αὐτοῦ »ἐγένετο«· ἀναγκαῖον παραδέξασθαι, ὅτι καὶ τὸ ἅγιον πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, πρεσβυτέρου παρ’ αὐτὸ τοῦ λόγου τυγχάνοντος· τῷ δὲ μὴ βουλομένῳ τὸ ἅγιον πνεῦμα διὰ τοῦ χριστοῦ γεγονέναι ἕπεται τὸ ἀγέννητον‘ αὐτὸ λέγειν, ἀληθῆ τὰ ἐν τῷ εὐαγγελίῳ τούτῳ εἶναι κρίνοντι.