Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 77
Not analysed yet
οὐδὲν τοίνυν ἡττον ὁ ἐκκλησιαστικὸς χρήσεται τῇ προα- ποδεδομένῃ λύσει, ἔτι καὶ αὐτὸς τὸ βούλημα τῶν πυθομένων παραστῆσαι ἀπαιτούμενος. εἰ γάρ, ὡς κατεσκεύασεν, οἱ πέμψαντες ἴσασι γεγενημένον ἐκ Ζαχαρίου καὶ Ἐλισάβετ τὸν Ἰωάννην, καὶ πολλῷ πλέον οἱ πεμφθέντες γένους ὄντες ἱερατικοῦ, οὓς οὐκ ἂν ἔλαθεν ἡ τοῦ οὕτως ἐπιφανοῦς συγγενοῦς Ζαχαρίου παράδοξος εὐπαιδία, τί νοήσαντες πυνθάνονται τὸ »Σὺ Ἠλίας εἶ; «ἄνδρες ἀνεγνωκότες ἀνειλῆφθαι αὐτὸν ὡς εἰς τὸν οὐρανὸν κα προσδοκῶντες ἐπιδημίαν αὐτοῦ;