Ancient Greek · ~2 min
75 to 76
Origen, Commentarii in Evangelium Joannis 75-2-76
Not analysed yet
ἐχρῆν γὰρ περὶ τῶν ἀδηλοτέρων ἐπέχειν ὁμολογεῖν, καὶ μήτε μήτε μήτε μήτε τὴν πρότασιν. πῶς δὲ οὐκ ἡν εὔλογον, δἰ πολλῶν τοῦτο δόγμα ἐτύγχανεν, ἐπισχεῖν τὸν Ἰωάννην περὶ αὑτοῦ, μήποτε ἡ ψυχὴ αὐτοῦ ποτε ἐν Ἠλίᾳ ἦν; καὶ ἐπὶ τὴν ἱστορίαν δὲ ὁ ἐκκλησιαστικὸς προκαλέσεται τὸν πρότερον πευσόμενον παρὰ τῶν τὰ ἀπόρρητα ἐγνωκέναι παρ’ Ἑβραίοις ἐπαγγελλομένων, εἰ τοιοῦτόν τι δόγμα ἐστὶ παρ’ αὐτοῖς· ἐὰν γὰρ μηδαμῶς φαίνηται τοῦθ᾿ οὕτως ἔχον, δῆλον ὅτι ἐσκέδασται ὁ τοῦ προτέρου λόγος.