Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 79-2
Not analysed yet
Ἔτι δὲ ὁ ἐκκλησιαστικὸς ἱστάμενος πρὸς τὰ ἐξητασμένα ὑπὸ τοῦ ἑτέρου ἀποδεικνύναι πειρωμένου μὴ ἂν λεληθέναι τοὺς ἱερεῖς οὕτως ἐπιφανῆ γεγενημένην τὴν Ἰωάννου γένεσιν διὰ τὸ »ἐν τῇ »ὀρεινῇ τῆς Ἰουδαίας« διαλελαλῆσθαι »πάντα τὰ ῥήματα ταῦτα«, φήσει τὴν παραπλησίαν ἀπάτην πολλοῖς γεγονέναι καὶ περὶ τοῦ σωτῆρος, ἐπεὶ »Οἱ μὲν ἔλεγον αὐτὸν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι »δὲ Ἠλίαν, †ἄλλοι δὲ Ἰερεμίαν ἢ ἔνα τῶν προφητῶν«, ὡς καὶ οἱ μαθηταὶ πυνθανομένῳ τῷ κυρίῳ γενομένῳ ἐν τοῖς μέρεσι Καισαρείας τῆς Φιλίππου εἰρήκασι.