Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 80-2
Not analysed yet
καὶ ὁ Ἡρώδης δὲ λέγων· »Ὄν ἐγὼ ἀπεκε- »φάλισα Ἰωάννην, αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν‘ περὶ τοῦ χριστοῦ ἔοικε μὴ εἰδέναι τὰ λεγόμενα ὑπὸ τῶν φασκόντων· »Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελ- »φοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελ- »φαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν«;