Ancient Greek · ~4 min
80 to 83
Origen, Commentarii in Evangelium Joannis 80-3-83
Not analysed yet
ὥσπερ οὖν ὁ λαὸς μὴ ἁμαρτάνων μὲν τοῦ θεοῦ ἐστιν, ἁμαρτάνων δὲ οὐκέτι λέγεται εἶναι αὐτοῦ· οὕτω καὶ αἱ ἑορταί, ὅτε μὲν μισοῦνται ὑπὸ τῆς τοῦ κυρίου ψυχῆς, τῶν ἁμαρτανόντων εἰσὶν ἑορταί, ὅτε δὲ ὑπὸ τοῦ κυρίου νομοθετοῦνται, κυρίου εἶναι προσαγορεύονται. τῶν δὲ ἑορτῶν μία ἐστὶν καὶ τὸ πάσχα, ὅπερ ἐν τῇ προκειμένῃ τοῦ εὐαγγελίου γραφῇ οὐ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι λέγεται· καὶ ἀλλαχοῦ δέ· »Αὑται, φησίν, αἱ ἑορταὶ κυρίου ὃς καλέσετε αὐτὰς κλητὰς ἁγίας«. ἀπὸ μὲν οὐν τῆς τοῦ κυρίου φωνῆς οὐκ ἔστιν ἀντιλέγειν οἷς παρεστήσαμεν. πιθανῶς δέ τις ἀπὸ τοῦ ἀποστόλου ζητήσει ἐν τῇ πρὸς Κορινθίους ἀναγράφοντος· »Καὶ γὰρ »τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός«· οὐ γάρ φησιν »Τὸ πάσχα κυρίου »ἐτύθη Χριστός‘. καὶ πρὸς τοῦτο δὲ λεκτέον ἤτοι ὅτι ἁπλούστερον πάσχα ἡμῶν τυθὲν τὸ δι’ ἡμᾶς τυθὲν εἴρηκεν, ἢ ὅτι πᾶσα ἑοτὴ ἀληθῶς κυρίου, ὧν μία ἐστὶν τὸ πάσχα, οὐκ έν τούτῳ τῷ αἰῶνι οὐδὲ ἐπὶ γῆς ἀλλ’ ἐν τῷ μέλλοντι καὶ ἐν οὐρανοῖς, ἐνστάσης τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτελεσθήσεται.