Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 84-3
Not analysed yet
καὶ περὶ ἐκείνων γε τῶν ἑορτῶν ὁ μὲν εἷς τῶν ιβ΄ προφητῶν φησι »Τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως καὶ ἐν ἡμέραις ἑορτῆς τοῦ κυρίου; «ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους· »Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ »ἐπουρανίᾳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων »ἀπογεγραμμένων ἐν οὐρανοῖς«· καὶ ἐν τῇ πρὸς Κολασσαεῖς· »Μὴ »οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει †καὶ έν πόσει, ἢ ἐν μέρει ἑορτῆς »ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων«.