Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 82-2
Not analysed yet
(καὶ οὐ χώραν γε μᾶλλον ἔχει ἡ περὶ τοῦ Ἰωάννου ἐπαπόρησις, μήποτε εἴη Ἠλίας, ἤπερ ἡ περὶ τοῦ σωτῆρος, μὴ ἄρα αὐτὸς τυγχάνῃ Ἰωάννης) ὧν τοῦ Ἡλίου μὲν τὸν χαρακτῆρα ἀπὸ μόνης τῆς λέξεως, καὶ οὐχὶ ἀπὸ τῆς αἰσθήσεως τι ἀποβάλλεσθαι διὰ τὸ »Ἀνὴρ δασὺς καὶ ζώνην Δερματίνην περιεζωσμένος περὶ τὴν ὀσφὺν αὐτοῦ«· τοῦ δὲ Ἰωάννου τὸ εἶδος προεγνωσμένον τάχα, οὐδὲ παραπλήσιον τυγχάνον τῷ χα- ρακτῆρι τοῦ Ἰησοῦ, οὐδὲν ἧττον ὑπόνοιάν τισι παρεσχηκέναι, μήποτε ὁ Ἰωάννης ἀνέστη ἐκ νεκρῶν Ἰησοῦς μετονομαζόμενος.