Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 83-2
Not analysed yet
καὶ περὶ μετωνυμίας γάρ, ὡς ἐν ἀπορρήτοις, οὐκ οἶδα πόθεν κινούμενοι οἱ |Ἑβραῖοι παραδιδόασι Φινεές, τὸν Ἐλεαζάρου υἱόν, ὁμολογουμένως παρατείναντα τὴν ζωὴν ἕως πολλῶν κριτῶν, ὡς ἐν τοῖς Κριταῖς ἀνέγνωμεν, αὐτὸν εἶναι Ἠλίαν, καὶ τὸ ἀθάνατον ἐν τοῖς Ἀριθμοῖς αὐτῷ διὰ τῆς ὀνομαζομένης εἰρήνης ἐπηγγέλθαι, ἀνθ’ ὧν ζηλώσας θείῳ ζήλῳ κεκινημένος ἐξεκέντησε τὴν Μαδιανῖτιν καὶ τὸν Ἰσραηλίτην καὶ κατέπαυσε τὸν λεγόμενον θυμὸν τοῦ θεοῦ κατὰ τὸ γεγραμμένον· »Φινεὲς υἱὸς ἐλεαζὰρ υἱοῦ Ἀαρὼν κατέπαυσε τὸν θυμόν μου, »ἀνθ᾿ ὡν ἐζήλωσε τὸν ζῆλόν μου«.