Ancient Greek
83 to 89
Origen, Commentarii in Evangelium Joannis 83-3-89
Not analysed yet
ὅσον μὲν οὖν οὐδέπω ἐλήλυθεν ἡ ὑπὸ τοῦ κυρίου εἰρημένη ὥρα, ὅτε οὔτε ἐν τῷ ὅρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσιν τῷ πατρί, φευκτέον τὸ τῶν Σαμαρειτῶν ὄρος, καὶ ἐν Σιών, ὅπου ἐστὶν τὰ Ἱεροσόλυμα, προσκυνητέον τῷ θεῶ, ἅπερ Ἱεροσόλυμα πόλις εἶναι λέγεται ὑπὸ τοῦ χριστοῦ τοῦ μεγάλου βασιλέως. τίς δ’ ἂν εἴη ἡ πόλις τοῦ μεγάλου βασιλέως, τὰ ἀληθινὰ Ἱεροσόλυμα, ἢ ἡ ἐκκλησία ἐκ λίθων ᾠκοδομημένη ζώντων, ἔνθα ἱεράτευμα ἅγιον, πνευματικαὶ θυσίαι προσφέρονται τῷ θεῷ ὑπὸ τῶν πνευματικῶν καὶ τὸν πνευματικὸν νενοηκότων νόμον; ἐπὰν δὲ ἐνστῇ τὸ πλήρωμα τοῦ χρόνου, τότε οὐχ ἡγητέον τὴν ἀληθινὴν προσκύνησιν καὶ τελείαν θεοσέβειαν τελεῖσθαι έν Ἱεροσολύμοις ἔτι, ὅταν τις γένηται μηδαμῶς ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, καὶ μηδαμῶς ἔτι ἐν τύπῳ ἀλλὰ πᾶς ἐν ἀληθείᾳ, τοιοῦτος κατεσκευασμένος ὥστε ἐξομοιοῦσθαι αὐτὸν οἷς ζητεῖ προσκυνηταῖς ὁ θεός. Δὶς δὲ τὸ »Ἔρχεται ὥρα« γέγραπται, καὶ κατὰ μὲν τὸ πρῶτον οὐ πρόσκειται »Καὶ νῦν ἐστίν«, κατὰ δὲ τὸ δεύτερόν φησιν ὁ εὐαγγελιστής· »Ἀλλ’ ἔρχεται ὥρα καὶ νῦν ἐστίν«. καὶ οἶμαί γε τὸ μὲν πρότερον δηλοῦν τὴν ἔξω σωμάτων προσκύνησιν ἐνστησομένην κατὰ τὴν τελειότητα· τὸ δέ δεύτερον τὴν τῶν ἐν βίῳ τούτῳ ὡς ἐνδέχεται κατὰ ἀνθρωπίνην φύσιν Προκόπτειν τελειουμένων. ἔξεστιν οὖν καὶ ἐν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖν τῷ πατρὶ ὅτε οὐ μόνον »ἔρχεται ὥρα« ἀλλὰ »καὶ νῦν ἐστίν«, κὰ)ν ἐν τοῖς Ἱεροσολύμοις διὰ τοὺς ἐπὶ τοσοῦτον μόνον φθάνοντας τυγχάνειν νομιώμεθα. ὅτε γοῦν γέγραπται· »Ἔρχεται ὥρα καὶ νῦν ἐστίν«, οὐκέτι λέγεται τὸ »Οὔτε έν τῷ ὄρει τούτῳ οὔτε έν Ἱεροσολύμοις προσκυνήσετε τῷ »πατρί«, ὥσπερ εἴρηται, ὅπου τὸ »Ἔρχεται ὥρα« χωρὶς τοῦ »Νῦν »ἐστίν« ἀναγέγραπται.