Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 82-3
Not analysed yet
λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι, ἐπείπερ σημαίνει ἡ Γαριζεὶν φωνὴ τὴν διατομὴν ἢ τὴν διαίρεσιν, τὸ μὲν τῆς διατομῆς σημαινόμενον ληπτέον, ὅτε σχίζεται ὁ λαὸς ὑπὸ τοῦ Ἱεροβοὰμ καὶ οἰκεῖ τὴν Σαμάρειαν ὁ βασιλεύς· τὸ δὲ τῆς διαιρέσεως ἐπὶ τῆς εὐλογίας, τῶν σοφῶν τῇ διαιρέσει τεταγμένως χρωμένων ἐφ’ ἑκάστου τῶν προβλημάτων, ἥτις ἐστὶν ἀναγκαία πρὸς τὴν τῆς ἀληθείς κατανόησιν.