Ancient Greek · ~4 min
85 to 87
Origen, Commentarii in Evangelium Joannis 85-87
Not analysed yet
γέγραπται γὰρ εἰρηκέναι τὸν Ἰωάννην ὅτι »Ὁ πέμψας με βαπτίζειν εἶπεν· >Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα »καὶ μένον ἐπ᾿ αὐτόν, οὑτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ »καὶ πυρί<«. οὐ γὰρ λέγεται· »ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον« μόνον, τάχα καὶ ἐπ᾿ ἄλλους καταβεβηκότος αὐτοῦ, ἀλλά »καταβαῖνον »καὶ μένον ἐπ᾿ αὐτόν«. Ταῦτα δὲ ἐπὶ πολὺ ἐξήτασται σαφέστερον ἰδεῖν βουλομένοις, πῶς, εἰ πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ τὸ πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, ἓν τῶν πάντων τυγχάνον ὑποδεέστερον τοῦ δι᾿ οὑ ἐγένετο νοούμενον, εἰ καὶ λέξεις τινὲς περισπᾶν ἡμᾶς εἰς τὸ ἐναντίον δοκοῦσιν. ΧΙΙ. Ἐὰν δὲ προσιῆταί τις τὸ καθ’ Ἑβραίους εὐαγγέλιον, ἔνθα αὐτὸς ὁ σωτήρ φησιν· »Ἄρτι ἔλαβέ με ἡ μήτηρ μου, τὸ ἅγιον πνεῦμα, ἐν μιᾷ τῶν τριχῶν μου καὶ ἀπήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα Θαβώρ«, ἐπαπορήσει, πῶς »μήτηρ« Χριστοῦ τὸ διὰ τοῦ λόγου γεγενημένον πνεῦμα ἅγιον« εἶναι δύναται.