Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 88
Not analysed yet
ταῦτα δὲ καὶ τούτῳ οὐ χαλεπὸν ἑρμηνεῦσαι· εἰ γὰρ ο ποιῶν »τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν τοῖς »οὐρανοῖς ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν‘ αὐτοῦ καὶ φθάνει τὸ »ἀδελφὸς Χριστοῦ« ὄνομα οὐ μόνον ἐπὶ τὸ τῶν ἀνθρώποιν γένος |ἀλλὰ καὶ ἐπὶ τὰ τούτου θειότερα, οὐδὲν ἄτοπον ἔσται μᾶλλον πάσης χρηματιζούσης »μητρὸς Χριστοῦ« διὰ τὸ ποιεῖν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς τὸ πνεῦμα τὸ ἅγιον εἶναι »μητέρα«.