Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 90-2
Not analysed yet
ἐπεὶ τοίνυν έν τῷ Δευτερονομίῳ γέγραπται· »Προφήτην ὑμῖν ἀναστήσει 〈κύριος〉 ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν »ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀδούσεσθε· καὶ ἔσται πᾶσα ψυχή, ἥτις ἂν μὴ »ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ«, προσεδοκᾶτο ἐξαιρέτως τις προφήτης ὅμοιον Μωσεῖ τι ἔχων, τὸ μεσιτεῦσαι θεοῦ καὶ ἀνθρώπων καὶ τὸ λαβὼν διαθήκην ἀπὸ θεοῦ δοῦναι τοῖς μαθητευομένοις τὴν καινήν· καὶ καθ’ ἕκαστον τῶν προφητῶν ἐγίνωσκον ὁ λαὸς Ἰσραὴλ μηδένα ἐκείνων εἶναι τὸν ὑπὸ τοῦ Μωσέως προφητευθέντα.