Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 89-2
Not analysed yet
»ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου«. παρατηρητέον δὲ ὅτι τῷ »Ναί, λέγω ὑμῖν« τίθησιν τὸ προφήτην εἶναι τὸν Ἰωάννην, καὶ οὐκ ἀναιρεῖ τὸ προφήτην αὐτὸν εἶναι. ἐὰν δὲ πρὸς τῷ προφήτης τυγχάνειν καὶ »περισσότερον προφήτου« ὑπὸ τοῦ σωτῆρος λέγηται, πῶς οὖν, εἰ προφήτης ἐστίν, πρὸς τοὺς ἱερεῖς καὶ Λευίτας ἐρωτῶντας· »Ὁ προφήτης εἶ σύ; «ἀπεκρίθη »Οὔ«; λεκτέον δὲ πρὸς τοῦτο ὅτι οὐ ταὐτόν έστιν »Ὁ προφήτης εἶ σύ; «τῷ «Προφήτης εἶ σύ; «τὰ δ᾿ ὅμοια τετηρήκαμεν ἐξετάζοντες τί διαφέρει τὸ »Ὁ θεός« τοῦ »Θεός καὶ »Ὁ λόγος« τοῦ Λόγος((.