Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 92
Not analysed yet
χρὴ τοίνυν εἰδέναι, πῶς δεῖ ἀκούειν τοῦ »Πάντα« καὶ πῶς τοῦ »Οὐδέν«. δυνατὸν γὰρ ἐκ τοῦ μὴ τετρανωκέναι ἀμφοτέρας τὰς λέξεις ἐκδέξασθαι ὅτι, εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, τῶν δὲ πάντων ἐστὶ καὶ ἡ κακία καὶ πᾶσα ἡ χύσις τῆς ἁμαρτίας καὶ τὰ πονηρά, ὅτι καὶ ταῦτα διὰ τοῦ λόγου ἐγένετο. τοῦτο δὲ ψεῦδος· κτίσματα μὲν γὰρ πάντα διὰ τοῦ λόγου γεγονέναι οὐκ ἄτοπον ἀλλὰ καὶ διὰ τοῦ λόγου τὰ ἀνδραγαθήματα καὶ πάντα τὰ κατορθώματα κατωρθῶσθαι τοῖς μακαρίοις νοεῖν ἀναγκαῖον), οὐκέτι δὲ καὶ τὰ ἁμαρτήματα καὶ τὰ ἀποπτώματα.