Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 91
Not analysed yet
Ἴσωμεν δέ, διὰ τί πρόσκειται τὸ Καὶ χωρὶς αὐτοῦ »ἐγένετο οὐδὲ ἕν«. τισὶ κἂν δόξαι περιττὸν τυγχάνειν τὸ »Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» ἐπιφερόμενον τῷ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο«. εἰ γὰρ πᾶν ὁτιποτοῦν »διὰ τοῦ λόγου« γεγένηται, οὐδὲν »χωρὶς τοῦ »λόγου« γεγένηται. οὐκέτι μέντοι γε ἀκολουθεῖ τῷ χωρὶς τοῦ λόγου μὴ γεγνῆσθαί τι τὸ πάντα διὰ τοῦ λόγου γεγενῆσθαι· ἔξεστι γὰρ οὐδενὸς χωρὶς τοῦ λόγου γεγενημένου, μὴ μόνον διὰ τοῦ λόγου γεγονέναι πάντα ἀλλὰ καὶ ὑπὸ τοῦ λόγου τινά.