Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 92-2
Not analysed yet
Ἔλαθε δὲ τοὺς πολλοὺς ἡ διαφορὰ τοῦ Ὁ <Ὁ καὶ >Προφήτης<, ὡς καὶ τὸν Ἡρακλέωνα, ὅστις αὐταῖς λέξεσί ὡς ἄρα Ἰωάννης ὡμολόγησεν μὴ εἶναι ὁ χριστός, ἀλλὰ μηδὲ προφήτης μηδὲ Ἠλίας. καὶ δέον αὐτὸν οὕτως ἐκλαβόντα ἐξετάσαι τὰ κατὰ τοὺς τόπους, πότερον ἀληθεύει λέγων μὴ εἶναι προφήτης μηδὲ Ἠλίας, ἢ οὔ. ὁ δὲ μὴ ἐπιστήσας τοῖς τόποις, ἐν οἷς καταλέλοιπεν ὑπομνήμασιν ἀνεξετάστως παρελήλυθεν τὰ τη- λικαῦτα, σφόδρα ὀλίγα καὶ μὴ βεβασανισμένα έν τοῖς ἑξῆς εἰπών, περὶ ὡν εὐθέως ἐροῦμεν. Ι, 22 Εἶπον οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;