Ancient Greek · ~2 min
93 to 94
Origen, Commentarii in Evangelium Joannis 93-2-94
Not analysed yet
Δυνάμει τοῦτο λέγουσιν οἱ ἀποσταλέντες· Ὅπερ ὑπονοοῦντες οῦντες εἶναί σε ἐληλύθαμεν μαθησόμενοι ἔγνωμεν οὐκ ὄντα· λείπεται δὲ μετὰ ταῦτα ἀπὸ σοῦ ἀκοῦσαι τὸ ὅστις εἶ, ἵνα τοῖς πέμψασιν τὴν σὴν ἀπόκρισιν περὶ σοῦ ἀπαγγείλωμεν. Ι, 23 Ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. Ὥσπερ ὁ κυρίως υἱὸς τοῦ θεοῦ οὐχ ἕτερος λόγου τυγχάνων χρῆται λόγῳ αὐτὸς γὰρ ὁ έν ἀρχῇ λόγος ἡν, ὁ πρὸς τὸν θεόν, ὁ λόγος θεός), οὕτως Ἰωάννης ὁ ὑπηρέτης ἐκείνου τοῦ λόγου, εἰ κυρίως ἀκούοιμεν τῆς γραφῆς, οὐχ ἕτερος ὢν φωνῆς, χρῆται φωνῇ δεικνυούσῃ τὸν λόγον.