Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 94
Not analysed yet
καὶ ἐφιστῶμεν, εἰ δυνατὸν ἀπὸ τῶν γραφῶν πληκτικώτατα ταῦτα π. αραστῆσαι. ὅσον τοίνυν ἐπὶ τοῖς σημαινομένοις τοῦ »Οὐδὲν« καὶ τοῦ »Οὐκ ὄν«, δόξει εἶναι συνωνυμία, τοῦ »Οὐκ ὄντος« »Οὐδενὸς« ἂν λεγομένου, καὶ τοῦ »Οὐδενὸς« »Οὐκ ὄντος( φαίνεται δὴ ὁ ἀπόστολος τὰ »Οὐκ ὄντα« οὐχὶ ἐπὶ τῶν μηδαμῆ μηδαμῶς ὄντων ὀνομάζων ἀλλ᾿ ἐπὶ τῶν μοχθηρῶν. <Μὴ ὄντα« νομίζων τὰ πονηρά· »Τὰ μὴ ὄντα ,γάρ φησιν, ὁ θεὸς ὡς ὄντα ἐκάλεσεν. «