Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 95
Not analysed yet
ἀλλὰ καὶ ὁ Μαρδοχαῖος ἐν τῇ κατὰ τοὺς Ἑβδομήκοντα Ἐσθὴρ μὴ ὄντας τοὺς ἐχθροὺς τοῦ Ἰσραὴλ καλεῖ, λέγων· »Μὴ παραδῷς τὸ σκῆπτρόν σου, κύριε, τοῖς μὴ οὖσιν. «καὶ ἔστι προσαγαγεῖν πῶς διὰ τὴν κακίαν »Μὴ ὄντες‘ οἱ πονηροὶ προσαγορεύονται ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ ὀνόματος ἀναγραφομένου τοῦ θεοῦ· »Εἶπε γὰρ κύριος πρὸς Μωϋσῆν·