Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 95-2
Not analysed yet
οὗτος δὴ συνιεὶς τὴν περὶ ἑαυτοῦ προφητείαν παρὰ τῷ Ἡσαΐᾳ εἰρημένην φησὶν εἶναι φωνὴ οὐχὶ βοῶσα ἐν τῇ ,ἀλλὰ »βοῶντος ἐν τῇ ἐρήμῳ«, τοῦ ἑστῶτος καὶ κεκραγότος· »ἐάν τις διψᾷ, »ἐρχέσθω πρὸς μὲ καὶ πινέτω«· λέγοντος καὶ τὸ »Εὐθύνατε τὴν ὁδὸν »κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθή- »σεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ »σκολιὰ εἰς †εἐυθεῖαν«.