Ancient Greek
96 to 98
Origen, Commentarii in Evangelium Joannis 96-4-98
Not analysed yet
ἀλλὰ καὶ δευτέρως ὄρος μὲν ἐνόμισεν εἶναι τὴν κτίσιν ᾗ οἱ ἐθνικοὶ προσεκύνουν· Ἱεροσόλυμα δὲ τὸν <ᾦ> οἱ Ἰουδαῖοι ελάτρευον. ὑμεῖς οὐν, φησίν, οἱονεὶ πνευματικοὶ ουτε τῇ κτίσει ουτε τῷ δημιουργῷ προσκυνήσετε, ἀλλὰ τῷ πατρὶ τῆς ἀληθείας· καὶ συμπαρα- λαμβάνει γε, φησίν, αὐτὴν ὡς ἤδη πιστὴν καὶ συναριθμουμένην τοῖς κατὰ ἀλήθειαν προσκυνηταῖς. Ἀλλ' ἡμεῖς τὴν μὲν ἐν φαντασίᾳ γνωστικῶν λόγων καὶ νομιζομένων ὑψηλῶν ὀνομαζομένην θεοσέβειαν παρὰ τοῖς ἑτεροδόξοις ὑπολαμβάνομεν δηλοῦσθαι διὰ τοῦ »Οὔτε ἐν τῷ ὄρει τούτῳ«· τὸν δὲ κανόνα τὸν κατὰ τοὺς πολλοὺς τῆς ἐκκλησίας, ὃν καὶ αὐτὸν τέλειος καὶ ἅγιος ὑπεραναβήσεται θεωρητικώτερον καὶ σαφέστερον καὶ θειότερον προσκυνῶν τῷ πατρὶ διὰ τοῦ »Οὔτε ἐν Ἱεροσολύμοις »προσκυνήσετε τῷ πατρί«.