Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 99-4
Not analysed yet
ὥσπερ γάρ καθὼς (καθὼς ἂν καὶ οἱ Ἰουδαῖοι) οἱ ἄγγελοι οὐκ ἐν Ἱεροσολύμοις προσκυνοῦσιν τῷ πατρί, τῷ κρειττόνως παρὰ τοὺς έν Ἱεροσολύμοις προσκυνεῖν τῷ πατρί, οὕτως οἱ ἤδη τῇ διαθέσει τὸ ἰσάγγελοι εἶναι ἐσχηκότες οὐδὲ ἐν Ιεροσολύμοις προσκυνήσουσιν τῷ πατρί, ἀλλὰ βέλτιον ἢ οἱ ἐν Ἱεροσολύμοις, κἂν διὰ τοὺς έν Ἱεροσολύμοις συνπεριφέρωνται τοῖς ἐν Ἱεροσολύμοις, τοῖς Ἰουδαίοις γινόμενοι Ἰουδαῖοι ἵνα Ἰουδαίους κερδήσωσιν. Ἱεροσόλυμα δέ μοι Ι νοείσθω καθὼς προσαποδεδώκαμεν, ὁμοίως δὲ καὶ οἱ Ἰουδαῖοι.