Ancient Greek · ~3 min
97 to 98
Origen, Commentarii in Evangelium Joannis 97-98
Not analysed yet
καὶ τοῦτο τοῦτο ἔσηνε τοὺς εἰπόντας τὸν διάβολον μὴ εἶναι θεοῦ δημιούρημα· καθ’ ὃ γὰρ διάβολός ἐστιν οὐκ ἔστι θεοῦ δημιούργημα, ᾧ δὲ συμβέβηκε διαβόλῳ εἶναι, γενητὸς ὤν, οὐδενὸς κτιστοῦ ὄντος παρὲξ τοῦ θεοῦ ἡμῶν. θεοῦ ἐστι κτίσμα· ὡς εἰ ἐφάσκομεν κοὶ τὸν φονέα μὴ εἶναι θεοῦ σημιούργημα, οὐκ ἀναιροῦντες τὸ ᾗ ἄνθρωπός ἐστι πεποιῆσθαι αὐτὸν ὑπὸ θεοῦ. τιθέντες γὰρ τὸ ᾑ ἄνθρωπος τυγχάνει ἀπὸ θεοῦ αὐτὸν τὸ εἶναι εἰληφέναι καὶ ἡμεῖς οὐ τίθεμεν τὸ ᾑ φονεύς ἐστιν ἀπὸ θεοῦ τοῦτ᾿ αὐτὸν εἰληφέναι. πάντες μὲν οὖν οἱ μετέχοντες τοῦ »Ὄντος« —μετέχουσι δὲ οἱ ἅγιοι —,εὐλόγως ἂν »Ὄντες« χρηματίζοιεν· οἱ δὲ ἀποστραφέντες τὴν τοῦ »Ὄντος« μετοχήν, τῷ ἐστερῆσθαι τοῦ »Ὄντος« γεγόνασιν »Οὐκ ὄντες«.