Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 99
Not analysed yet
προείπομεν δὲ ὅτι συνωνυμία ἐστὶ τοῦ »Οὐκ ὄντος« καὶ τοῦ »Οὐδενός«, καὶ διὰ τοῦτο οἱ »Οὐκ ὄντες‘ »Οὐδέν« εἰσι, καὶ πᾶσα ἡ κακία »Οὐδέν« ἐστιν, ἐΠεὶ καὶ »Οὐκ ὂν» τυγχάνει, καὶ »Οὐδὲν« καλουμένη χωρὶς γεγένηται τοῦ λόγου, τοῖς »πᾶσιν« οὐ συγκαταριθμουμένη. ἡμεῖς μὲν οὖν κατὰ τὸ δυνατὸν παρεστήσαμεν τίνα τὰ διὰ τοῦ λόγου γεγενημένα πάντα καὶ τί τὸ χωρὶς αὐτοῦ γενόμενον μέν, ὄν Τε οὐδέποτε καὶ διὰ τοῦτο »Οὐδὲν« καλούμενον.