Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 99-2
Not analysed yet
καὶ μάλιστα τοῦτο συνήσομεν ἐὰν ὑπομνησθῶμεν ὡν προ- παρεθέμεθα διηγούμενοι τὸ »Ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ«· περὶ τοῦ »Οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν »ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου »ἔμπροσθέν σου«. καλῶς δὲ καὶ τὸ μὴ εἰναι αὐτὸν τὴν φωνὴν >λέ- >γοντος ἐν τῇ ἐρήμῳ‘, ἀλλὰ βοῶντος ἐν τῇ ἐρήμῳ«· ὁ μὲν γὰρ βοῶν τὸ »Εὐθύνατε τὴν ὁδὸν κυρίου«, καὶ λέγει· ἐνδέχεται δὲ τὸν αὐτὸν τοῦτον λέγειν μὴ βοῶντα.