Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 100-2
Not analysed yet
βοᾷ δὲ καὶ κέκραγεν, ἴνα καὶ οἱ μακρὰν τοῦ λέγοντος ἀκούσωσιν καὶ οἱ βαρυήκοοι συνῶσιν τοῦ μεγέθους τῶν λεγομένων μετὰ μεγέθους ἀπαγγελλομένων φωνῆς, βοηθῶν τοῖς τε ἀφεστῶσιν θεοῦ καὶ τοῖς τὸ ὀξὺ τῆς ἀκοῆς ἀπολωλεκόσιν. διὰ τοῦτο γὰρ καὶ »εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζεν λέγων· »Ἐάν τις διφᾷ ἐρχέσθω πρὸς μὲ καὶ πινέτω«. διὰ τοῦτο καὶ ὁ »Ἰωάννης μαρτυρεῖ περὶ αὐ- »τοῦ καὶ κέκραγε λέγων«. διὰ τοῦτο καὶ κελεύει ὁ θεὸς τῷ Ἡσαΐᾳ βοᾶν ἐν τῇ φωνῇ λέγοντος· Βόησον· κἀγὼ εἶπα· Τί βοήσω«;