Ancient Greek
Page 134
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 134
Not analysed yet
τοῦ ἐν τῷ ἐνά|τῳ ψαλμῷ οὕτως εἰρημένου ‹Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου›. Εἶθ' ἑξῆς τοῦτό ἐστιν· ‹Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα›· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἡσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδόσεσιν, ἐν τῷ ‹Ταχινοὶ ἐκχέαι αἷμα›, ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῇ ἐκδόσει τῶν Ἑβδομήκοντα. Τὸ δὲ ‹Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν› μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς· οἶμαι δὲ ἔν τινι τῶν προφητῶν γεγράφθαι· †σαινομε γὰρ ἔν τινι τῶν προφητῶν γεγράφθαι τὸ ‹Ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν›, ἐν δὲ ψαλμοῖς ‹Οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν›. Ἔοικεν οὖν πλείοσιν ῥητοῖς κεχρῆσθαι ἵνα διδάξῃ πῶς οἶδεν ἡ γραφὴ αἰτιαθέντας Ἰου|δαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι ***καὶ εἴπερ τοὺς μὴ Ἰουδαίους Ἕλληνας ὀνομάζει πάντας, τὸ «Ἰουδαῖος» ὄνομα οὐκ ἔθνους ἀλλὰ προαιρέσεώς ἐστιν ὄνομα. Κἂν γὰρ μὴ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τις ᾖ, ἀλλογενὴς ἀσπασάμενος τὰ Ἰουδαίων καὶ γενό[μ]ενος προσήλυτος, εὐλόγως ἂν οὗτος Ἰουδαῖος χρηματίζοι |π. . τε αυτα εἴ τις ἐν Ἰουδαίοις γεννηθεὶς τὰ τῶν ἐθνῶν ἀσπάζ[οι]το, οὗτος ἐξομοσάμενος τὸν Ἰουδαισμὸν προσήλυτος ἂ[ν] χρηματίζοι ἐκείνων ὧν ἀπεδέξατο τοὺς νόμους καὶ τὸν λόγο[ν] ***καὶ εἰ μὲν προτίθεταί τις βιῶσαι κατὰ τὸ γράμμα τοῦ νόμου, ἐν φανερῷ Ἰουδαῖός ἐστιν· εἰ δὲ κατὰ τὸν πνευματικὸν νόμον, ἐν κρυπτῷ Ἰουδαῖος |ἂν τοιοῦτος λέγοιτο ***περὶ δὲ Ἑλλήνων εὐλόγως ἐπιστήσαι τις