Ancient Greek
Page 136
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 136
Not analysed yet
ἂν πῶς γεγόνασιν ὑπὸ ἁμαρτίαν, λέγοντος Παύλου· ‹Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου›. Ἀλλὰ πρὸς τοῦτο φήσομεν ἀλλα ‖. . οσ. [. . . . . . . . . . .] . σ̣περ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποι[ο]ῦσι[ν καὶ ἐνδείκνυ]νται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν ***τ̣ὸ̣ν̣ φ̣ύσε̣[ι νό]μον τοῦτον εἶναι τὸν τοῦ Θεοῦ νόμον, τὸν δὲ κατὰ τὰς πόλεις γραπτὸν μὴ εἶναι φύσει ἀλλὰ θέσει νόμον καὶ μάλιστα [ὅ]τ̣ε ἔ[ν] τισιν ἐναντιοῦται |τῷ τῆς φύσεως νόμῳ ***εἴπερ τὸν Μωσέως νόμ[ον] ὑπολαμβάνεται εἶναι περὶ οὗ τῷ Παύλῳ ἐστὶν ὁ λόγος, δηλονότι ἡ ἁμαρτία οὐκ ἐλλογηθήσεται πρὸ Μωσέως οὔτε τῷ Κάϊν ἀδελφοκτονήσαντι, οὔτε τοῖς διὰ τὰ ἁμαρτήματα τὸν κατακλυσμὸν πεπονθόσιν ἀλλ' οὔτε [τοῖ]ς ἐν Σοδόμοις πονηροῖς καὶ ἁμαρτωλοῖς σφόδρα ἐνώπιον τοῦ Θεοῦ [καταλ]ελογισμέ[νο]ις |καὶ διὰ τα[ῦ]τα καταδικασθεῖσιν πυρὶ καὶ θεί[ῳ κατ]ὰ [τὰ] ἀ̣ναγεγραμμένα ***Καὶ Ἑλλήνων δέ τινες οὐ κακῶς . [. ἀπε]φ̣ήναντο ὅτι ἀναγκαῖόν ἐστιν ἐν τῷ λογικῷ καὶ θνητῷ γένει ἅμ[α τῇ συμ]πληρώσει τοῦ λόγου πρότερον ὑποστῆναι τὴν κακίαν, εἶτα χρό̣[νῳ ἐξ ἐ]πιμελείας καὶ προσοχῆς ταύτην μὲν ἀνασκευάζεσθαι, τὴν δὲ ἀ̣ρ[ετὴ]ν ὑφίστασθαι ***|