Ancient Greek · ~5 min
Page 138
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 138
Not analysed yet
δίκαιοι δὲ κατ' ἐνώπιόν εἰσιν τῶν ὑποδεεστέρων καὶ π[ολλ]άκις γε συγκρίσει χειρόνων καὶ ὁ ἄδικος δίκαιος εἴρηται. Οὕτω γοῦν τῇ Ἱερουσαλὴμ εἴρηται περὶ Σοδόμων· ‹Ἐδικαιώθη Σόδομα ἐκ σοῦ› ***Ἐπὰν οὖν αἱ γραφαὶ μαρτυρῶσιν τισὶν ὡς δικαίοις καὶ πάλιν λέγωσιν ‹Οὐ δικαιωθήσεται κατ' ἐνώπιόν σου πᾶς ζῶν›, μὴ νομίσῃς αὐτὰς ἑαυτα<ῖ>ς ἐναντιοῦσθαι μηδὲ |τὸν Παῦλον μὴ ἀκηκοέναι τῶν ἐπαινουμένων ἐπὶ δικαιοσύνῃ λέγοντα ‹Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς›. Ἐρεῖς γὰρ ὅτι ὁ αὐτὸς ὡς μὲν πρὸς τούσδε δίκαιός ἐστιν, ὡς δὲ πρὸς τὸν Θεὸν οὐκ ἔστιν δίκαιος ***Οὐ δικαιοῦται οὖν Ἀαρὼν ἐνώπιον Μωσέως νικώμενος ὑπὸ τῆς ἐν Μωϋσεῖ δικαιοσύνης. Ἡ δὲ Μαρία δικαιοῦται μὲν ἐνώπιον πολλῶν, οὐχὶ δὲ καὶ ἐνώπιον |Ἀαρὼν καὶ Μωσέως ***πῶς οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, Ἰουδαῖος μὲν κἂν προφήτης ᾖ, Ἕλλην δὲ κἂν ἀποστολικός τις ᾖ, ὁποῖος ὁ μαθητευθεὶς Παύλῳ Τίτος ἐτύγχανεν ***Ποῖα δὲ ἀποκείμενα ἢ ὅτε πληροῦται τὸ ‹Εἶπεν Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς μου ὑποπόδιον τῶν ποδῶν σου›; ***Πῶς γὰρ ἔστιν ὁ συνίων |ἐπείπερ εἴ τις δοκεῖ ἐγνωκέναι οὔπω ἔγνω καθὼς δεῖ γνῶναι; Ὁ μὲν γὰρ συνίων βλέπει πρόσωπον πρὸς πρόσωπον, ὁ δὲ μὴ βλέπων πω πρόσωπον πρὸς πρόσωπον ἀλλὰ δι' ἐσόπτρου ἔτι καὶ ἐν αἰνίγματι οὐδέπω συνίησιν ***