Ancient Greek
Page 142
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 142
Not analysed yet
ἀντὶ τοῦ αἱ πορεῖαι καὶ ἐν ταῖς ὁδοῖς γε τῶν τοιούτων οὐδὲν ὑγιές ἐστιν, ἀλλὰ σύντριμμα καὶ πᾶσα ταλαιπωρία ***Ταὐτὸν δέ ἐστιν τὸ εἶναι φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν τῷ ἐπιστήμην ἔχειν περὶ φόβου Θεοῦ, ἣν βουλόμενος ἡμᾶς διδάξαι ὁ Λόγος φησίν· ‹Δεῦτε, |τέκνα, ἀκούσατέ μου› ***δοκεῖν ἔχειν φόβον Θεοῦ, μὴ ἔχειν δὲ ἐκεῖνον τὸν κυρίως ὀνομαζόμενον φόβον Θεοῦ· ἢ οὐ φήσομεν δοκεῖν ἔχειν φόβον Θεοῦ τοὺς προθέσει φόβου Θεοῦ γάμων ἀπεχομένους καὶ <μὴ χρωμένους> βρώμασιν καὶ πόμασιν; Ἀλλ' ὁ νοῦν ἔχων φήσει ὅτι οὐκ ἔστιν ἀληθῶς Θεοῦ φόβος ὁ ἐν ἐκείνοις ὡς οὐδὲ ἀλήθεια ***Πλήθους ὄντος ἁμαρτημά|των, οὐ πάντως ἕκαστος ἔνοχός ἐστιν τοῖς πᾶσιν, ἀλλ' οἵδε μὲν τῷδε τῷ ἁμαρτήματι, ἕτεροι τῷδε, ὥστε πάντας τοὺς ὑπὸ ἁμαρτίαν ὄντας ἐνόχους εἶναι, οὐ τὸν καθ' ἕνα τοῖς πᾶσιν ἀλλὰ τὸν καθ' ἕνα τινὶ τῶν πάν<των> ‖καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν. [Rom. 3, 19—20] ‹Οἴ[δα]μεν δὲ [ὅ]τι ὅσα ὁ νόμος λαλεῖ τοῖς ἐν τῷ νόμῳ λ· ***