Ancient Greek
Page 140
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 140
Not analysed yet
Τάχα μὲν οὖν πάντες ἐξέκλιναν ὅτε πορευόμενοι ‖ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν καὶ ἐποίη[ς]αν ἃ αἴτια τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, οὐκ ἀπὸ σκοποῦ δ' ἂν εἴη τὸ «ἐξέκλιναν» λαμβάνειν διὰ τὴν κακίαν οὖσαν παρὰ φύσιν ***οἱ ποιήσαντες μόνα τὰ διαταχθέντα δοῦλοι ἀχρεῖοί εἰσιν, ἐπεὶ ἅμα καὶ τότε ἠ|χρεώθημεν· καὶ μήποτε οὐκ ἔστιν καύχημα τὸ ‹<Ὃ> ὠφείλομεν ποιῆσαι πεποιήκαμεν›. Ὁ γοῦν κατὰ τὸ εὐαγγέλιον λαβὼν τὸ τάλαντον μετὰ τοῦ συνδούλου ἑαυτοῦ τοῦ εἰληφότος πέντε τάλαντα ὃ μὲν ὤφειλεν ἀποδοῦναι ἔδωκεν λέγων τῷ κυρίῳ· ‹Ἴδε ἔχεις τὸ σόν›, οὐδὲν ἧττον ἀποδοὺς ὃ ὤφειλεν, ἀχρεῖος ὑπὸ τοῦ κυρίου λέγεται εἶναι δοῦλος φάσκοντος· ‹Καὶ |τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ ἔσται ὁ κλαυθμ[ὸς καὶ ὁ] βρυγμὸς τῶν ὀδόντων›. Οὐκοῦν πάντες ἐξέκλιναν καὶ ἅ[μα ἠχρ]εώθησαν ***ὁ Σωτὴρ πρὸς τὸν εἰπόντα ‹Τί ἀγαθὸν ποιήσω ἵν[α ζωὴν] αἰώνιον κληρονομήσω›; εἶπεν· ‹Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Ε̣[ἷ]σ̣ ἐστιν ἀγαθός, ὁ Θεός› ***ταὐτὸν εἶναι χρηστότη|τα ἀγαθότητι τετηρήκαμεν ἐν τῷ ‹Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ <ἔλεος> αὐτοῦ›, παρὰ τοῖς λοιποῖς ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τό ***Καὶ εἴ τίς γε ἐπιστήσαι ἑκάστῳ τῶν ἀνθρώπων καὶ τῷ νομιζομένῳ εἶναι δικαιοτάτῳ, οὐκ ἂν αὐτὸν ταχέως εὕροι καθαρὸν ἀπὸ παντὸς δόλου ***Ξίφη οὖν εἰσιν οἱ πόδες ὀξέα τῶν ἐκχεόντων αἷμα, ὥς|περ ἐκ τοῦ ἐναντίου ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά· πόδες δὲ