Ancient Greek
Page 154
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 154
Not analysed yet
Ἕτερον δὲ παρὰ τὸ ‹Οὐδὲν κρυπτὸν οὐ φανερωθήσεταί› ἐστιν τὸ ‹Κεκαλυμμένον ὃ οὐκ ἀποκα|λυφθήσεται›, ὥστε κρυπτὸν μὲν τὸ κρεῖττον ὠνομάσθαι, κεκαλυμμένον δὲ τὸ χεῖρον, εἴπερ πᾶν τὸ φανερούμενον φῶς ἐστιν. Εἰ δὲ μὴ τοιοῦτόν τι νοήσαιμεν περὶ τὸν τόπον, δόξει ταὐτολογία εἶναι ***πρῶτον τὸ τῶν δικαίων κρυπτὸν φανερὸν γενήσεται, εἶτα μετὰ τοῦτο τὸ κεκαλυμμένον καὶ δόλιον τῶν ἐναντίων ἀποκαλυφθήσεται καὶ οἱονεὶ ἐλεγχθήσεται ***καὶ πιστεύοντάς |γε Ἰησοῦ Χριστῷ ἢ πίστιν χωροῦντας ἣν Ἰησοῦς Χριστὸς αὐτοῖς ἐνεποίησεν εἰς τὸν Πατέρα ***δικαιοῖ τοὺς πιστεύοντας οὐ κατὰ μισθὸν ὀφειλόμενον· τ̣[ί γ]ὰρ πέπρακται καὶ κατώρθωται Ἰουδαίων τινὶ ἢ Ἕλληνι ἄξιον τοῦ τ[ὸν πρά]ξαντα δικαιωθῆναι; ***ἐφίστημι μήποτε οὕτω δύναται καὶ ὁ Σολομ[ῶν ἐν] ταῖς Παροιμίαις εἰρηκέναι τὸ ‹Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτο[ς›· ὡς γ]ὰρ ψυχῆς πλοῦτος |ἴδιος ἡ σοφία τοῦ Θεοῦ καὶ ἡ δικαιοσύνη καὶ εἰρήνη καὶ [λόγο]ς καὶ αἱ λοιπαὶ ἀρεταί, ἴσον δύναται τὸ ‹Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος› τῷ «Λύτρον ἀνδρὸς ψυχῆς ἡ ἀρετή», καὶ τῷ «Λύτρον ἀνδρὸς