Ancient Greek
Page 152
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 152
Not analysed yet
σωματικῶς γενομένῳ τὸ ‹Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται›. Οὕτω τοίνυν καὶ νῦν χωρὶς μὲν νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, τοῦ τῆς φύσεως, μαρτυρουμένη δὲ ὑπὸ νόμου τοῦ Μωσέως καὶ τῶν προφητῶν. Εἴποιμεν δ' ἂν πρὸς τοὺς ἔτι ὀκνοῦντας παραδέξασθαι τὸ διττὸν σημαινόμενον τοῦ νόμου, ὅτι εἴπερ ὁ αὐτὸς νόμος παρείληπται ἔν τε τῷ ‹Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται› καὶ ἐν τῷ ‹Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν›· εἰ μὲν χωρὶς νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται· εἰ δὲ ὑπὸ τοῦ νό|μου μαρτυρεῖται οὐ χωρὶς τοῦ νόμου πεφανέρωται. Τῇ τοίνυν δικαιοσύνῃ τοῦ Θεοῦ φανερουμένῃ ὑπὸ Ἰησοῦ Χριστοῦ μαρτυρεῖ οὐδαμῶς μὲν ὁ τῆς φύσεως νόμος (μικρότερος γάρ ἐστιν αὐτῆς), ὁ δὲ Μωσέως νόμος, οὐ τὸ γράμμα ἀλλὰ τὸ πνεῦμα, καὶ οἱ ἀνάλογον τῷ πνεύματι τοῦ νόμου προφῆται καὶ ὁ ἐν αὐτοῖς πνευματικὸς λόγος ***Φυσικὰς μὲν γὰρ ἔχομεν ἀφορμὰς πρὸς σωφροσύνην καὶ τὸ ἐν ἀνθρώποις κοινωνικὸν καὶ δίκαιον καὶ φρόνησιν καὶ ἀνδρείαν, οὐδεμία δὲ ἀφορμὴ ἔστιν πρὸς τὸ πιστεῦσαι ὅτι Ἰησοῦς ‖ἐ[στι]ν ὁ Χριστὸς τοῦ Θεοῦ. Διόπερ νυνὶ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, αὐτὴ δ̣ὲ̣ φ[αν]ερωθεῖσα χωρὶς τοῦ τῆς φύσεως νόμου δικαιοσύνη Θεοῦ, λέγω δὲ ὁ Χριστός, μαρτ[υ]ρουμένη ἐστὶν ὑπὸ τοῦ νόμου Μωσέως καὶ τῶν προφητῶν.