Ancient Greek
Page 156
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 156
Not analysed yet
ψυχῆς Ἰησοῦς Χριστὸς ὅς ἐστιν Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καὶ τὰ λοιπά» ***[Rom. 3, 25—26] Τοῦτον τοίνυν ἱλασμὸν ποιησόμενον περὶ τῶν ἡμαρτηκότων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπὶ τὸ |ἀθετηθῆναι τὴν τῶν ἁμαρτημάτων φύσιν πάλαι προέθετο ὁ Θεὸς ἐσόμενον ἱλαστήριον συγχρησομένῳ εἰς τὸν περὶ τῶν δεομένων ἱλασμοῦ ἱλασμὸν τῇ πίστει τῶν ἐν τῷ ἱλασμῷ ἐσομένων ***πρότερον οὐδέπω ποιῶν τὸ ἔργον τοῦ εἶναι ἱλαστήριον· περιέμενεν γὰρ τὸν νῦν καιρὸν ἵνα μὴ τάχιον γινόμενος ἱλαστήριον ὁ τηλικοῦτος ὑπὲρ ὀλιγωτέρων |γένηται ἱλαστήριον ***καὶ γέγονεν τότε τοῦ ἱλαστηρίου ἔργον καὶ τῆς τοῦ Θεοῦ δικαιοσύνης ἔνδειξις, δεηθέντων τῶν πραγμάτων τῆς ἀπ' ἀμφοτέρων ὠφελείας μετὰ τὸ πειραθῆναι μυρίων ὅσων προγενομένων ἁμαρτημάτων κατὰ πάρεσιν †αριθμων ***Ὁμολογουμένως δὲ πολλαχοῦ ἃ φέρει ὁ ἀπόστολος νοήματα ἀπὸ τῶν θησαυρῶν φέρει νόμου |καὶ προφητῶν ***καὶ ἔοικέν γε τὸ <ἐν> Ἐξόδῳ ἱλαστήριον